TLG 4326 001 :: PAPPUS :: Πάππου φιλοσόφου 〈ὅρκος〉 (e cod. Venet. Marc. 299, fol. 184v) Πάππου φιλοσόφου 〈ὅρκος〉 (e cod. Venet. Marc. 299, fol. 184v) Citation: Volume — page — (line) | ||
2.27(18t) | ΠΑΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ 〈ΟΡΚΟΣ〉 | |
19 | Ὅρκῳ οὖν ὄμνυμί σοι τὸν μέγαν ὅρκον, ὅστις ἂν σὺ ᾖ | |
---|---|---|
20 | θεόν φημι τὸν ἕνα, τὸν εἴδει καὶ οὐ τῷ ἀριθμῷ, τὸν ποιήσαντα | 27 |
2.28 | τὸν οὐρανὸν καὶ τὴν γῆν, τῶν τε στοιχείων τὴν τετρακτὺν καὶ τὰ ἐξ αὐτῶν, ἔτι δὲ καὶ τὰς ἡμετέρας ψυχὰς λογικάς τε καὶ νοερὰς, ἁρμόσαντα σώματι, τὸν ἐπὶ ἁρμάτων χερουβικῶν ἐποχούμενον, καὶ ὑπὸ ταγμάτων ἀγγελικῶν ἀνυμνούμενον. | |
5 | Ὅτι τινὲς λεκίθιον συνελείωσαν τοῖς ὁμογενέσιν ὑγροῖς τῇ 𐆄 τοῦ σώματος κοτύλην ὕδατος βάλλοντες καὶ περισφίγ‐ ξαντες ἔδωκαν ταῖς πυρίαις, καὶ τελειώσαντες ἀνεῖλαν τὸν ἰόν· καὶ ἐξαιθριάσαντες προσέπλεξαν τῷ κηρίῳ 〈καὶ〉 θείῳ· καὶ οὕτως ἐκπυ‐ ρώσαντες τελειότητι καὶ συμμέτροις πυρίαις, τουτέστιν λειώσεσιν ἢ | |
10 | ὀπτήσεσιν ἀνελόμενοι τὸ ξηρίον ἀπέθεντο ἐν ἀγγείοις ὑελίνοις, κρε‐ μάσαντες ἐν οἴκῳ θερμῷ, καὶ μᾶλλον ἀνατολικὰ ἔχοντι φῶτα ἤπερ δυτικά, καὶ νότια μᾶλλον ἢ βόρρεια, ὡς ἐντέταλκα κατὰ πλάτος Στέφανον τὸν θεοφιλέστατον, ἐξεθέμεθα καὶ τῇ κατ’ ἐπιτομὴν ἡμῶν πραγματείᾳ πρὸς Μοϋσέα τὸν τρισεύμοιρον. | |
15 | Ἐπείπερ γοῦν γραφὴν εὖ ἐκτίσαμεν· ἐὰν γὰρ τὸν βορρὰν ἴδῃς ὑγρὸν ὑπερβλέπειν, ὥς φησιν ἐν τῷ περὶ θείου ἀθίκτου ὕδατι λόγῳ, τῷ ἁλμώδει, καὶ νιτρώδει καὶ στιμμώδει καὶ χαλκανθώδει τῆς ἰώσεως τάχιον ἀναλύοντα· ἐνταῦθα τὴν νέκρωσιν ἠνίξατο, | |
καὶ πλήρωσιν τοῦ παντὸς λόγου. | 28 |